Ξενοφ. Κύρου Παιδεία 8, 1, 1-3


Πολλάκις μέν δή, ὦ ἄνδρες, καί ἄλλοτε κατενόησα ὅτι ἄρχων ἀγαθός οὐδέν διαφέρει πατρός ἀγαθοῦ· οἵ τε γάρ πατέρες προνοοῦσι τῶν παίδων ὅπως μήποτε αὐτούς τἀγαθά ἐπιλείψει, Κῦρός τε μοι δοκεῖ νῦν συμβουλεύειν ἡμῖν ἀφ' ὧν μάλιστ' ἄν εὐδαιμονοῦντες διατελοῖμεν· ὅ δέ μοι δοκεῖ ἐνδεέστερον ἤ ὡς ἐχρῆν δηλῶσαι, τοῦτο ἐγώ πειράσομαι τούς μή εἰδότας διδάξαι. Ἐννοήσατε γάρ δή τίς ἄν πόλις πολεμία ὑπό μή πειθομένων ἁλοίη· τίς δ' ἄν φιλία ὑπό μή πειθομένων διαφυλαχθείη· ποῖον δ' ἄν ἀπειθούντων στράτευμα νίκης τύχοι· πῶς δ' ἄν μᾶλλον ἐν μάχαις ἡττῷντο ἄνθρωποι ἤ ἐπειδάν ἄρξωνται ἰδίᾳ ἕκαστος περί τῆς αὐτοῦ σωτηρίας βουλεύεσθαι· τί δ' ἄν ἄλλο ἀγαθόν τελεσθείη ὑπό μή πειθομένων τοῖς κρείττοσι· ποῖαι δέ πόλεις νομίμως ἄν οἰκήσειαν ἤ ποῖοι οἶκοι σωθείησαν;